Buon Natale!

Ἡ παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ σπήλαιον τῷ ἀπροσίτῳ προσάγει∙
ἄγγελοι μετὰ ποιμένων δοξολογοῦσι,
μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι∙
δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Romano il Melode, Inno I per la natività. proemio